Добавил:
Upload Опубликованный материал нарушает ваши авторские права? Сообщите нам.
Вуз: Предмет: Файл:
зан. 14.doc
Скачиваний:
4
Добавлен:
04.12.2018
Размер:
115.71 Кб
Скачать

§68. Genetivus comparationis

При сравнительной степени в случае пропуска союза ἤ чем употребляется (как и в русском языке) генетив сравнения: οὐδὲν τῷ ἐλευϑέρῳ ἀνϑρώπῳ ἔχϑιόν ἐστι τῆς δουλοσύνης для свободного человека нет ничего ненавистнее рабства = ἢ ἡ δουλοσύνη чем рабство.

§69. Genetivus separationis

Наиболее полно аблативная функция выражена в отделительном генетиве, который употребляется в зависимости от существительных, прилагательных и глаголов, обозначающих отделение, удаление, отставание, превосходство, отличие, освобождение, прекращение и т.п.: τῶν ϰτημάτων ἀπόστασις отказ от имущества; ϕίλων ἀγαϑῶν ἔρημοι лишенные хороших друзей; ἄρχων ἀγαϑὸς οὐδὲν διαϕέρει πατρὸς ἀγαϑοῦ хороший правитель ничем не отличается от доброго отца.

К отделительному генетиву близок генетив происхождения (genetivus originis): Δαρείου ϰαὶ Παρυσάτιδος γίγνονται παῖδες δύο у (= от) Дария и Парисатиды рождаются два сына.

Περ Κύρου το νεωτέρου

Τοῖς ἐν τῇ Ἑλλάδι βασιλεῦσι μιϰροτέρα ἦν δύναμις ἢ τοῖς τῶν Περσῶν, ἡ τῶν Περσῶν βασιλέων δυνατωτέρα μὲν ἦν, τοῖς δὲ πολίταις χαλεπωτέρα. Τῶν δὲ μετὰ Κῦρον τὸν πρότερον βασιλέων Περσῶν βασιλιϰώτατος ϰαὶ ἄρχειν ἀξιώτατος ἦν Κῦρος ὁ νεώτερος. Παῖς ἔτι ὢν σωϕρονέστατος ἦν ἢ οἱ ἄλλοι παῖδες ϰαὶ τοὺς πρεσβυτέρους μᾶλλον ἐϑεράπευεν. Νεανίας δ' ὢν πολὺ ἀνδρειότερος ϰαὶ ϕιλοϰινδυνότερος ϰαὶ πολεμιϰώτερος ἦν τοῦ ἀδελϕοῦ· ϰαί ποτε, ἐπεὶ ἐν ὕλῃ βαϑείᾳ ἐϑήρευεν, ἄρϰτος τοῖς ὄνυξιν αὐτὸν ἔπαιεν, ὁ δὲ ἀϰείνην ϕονεύει. Σατράπης δὲ τῆς Λυδίας ὢν ἐγϰρατέστατος ϰαὶ ἀληϑέστατος ϰαὶ διϰαιότατος ἦν τῶν σατραπῶν ϰαὶ ὁ αὐτὸς τοῖς πλουσιωτέροις ϰαὶ τοῖς πενεστέροις. Διὸ δὲ οἱ ἐν ἐϰείνῃ τῇ σατραπείᾳ εὐδαιμονέστεροι ἦσαν ἢ οἱ ἐν ἄλλαις.

Περ τς ραβίας τς ρήμου

Μεταξὺ τοῦ Εὐϕράτου ϰαὶ τοῦ Τίγρητος ποταμῶν ἐστιν ἡ Ἀραβία ἡ ἐρῆμος. Τὸ πεδίον οὔτε ὕλην οὔτε δένδρα ἔχει, ἀλλὰ πλῆρές ἐστιν ἡδίστων ἀρωμάτων· τρέϕει δὲ ἡ ἐρῆμος ϑηρία παντοῖα, πλείστους μὲν ὄνους ἀγρίους, πολλὰς δὲ στρουϑοὺς τὰς μεγάλας, ἔτι δὲ πλείους δορϰάδας. Οἱ Ἄραβες τὰ ϑηρία ἀϕ' ἵππων διώϰουσιν· ϰαὶ ὀλίγοις μὲν ἱππεῦσιν τὸν ὄνον ἄγριον ϑηρεύειν χαλεπώτατόν ἐστιν· τῶν γὰρ ἵππων οἱ ὄνοι πολὺ ϑᾶττον τρέχουσιν· πλείουσι δὲ ἱππεῦσι ῥᾷόν ἐστιν ἀγρεύειν. Τὰ δὲ ϰρέα αὐτῶν ὁμοιότατά ἐστι τοῖς τῶν ἐλάϕων, ἁπαλώτερα δὲ ϰαὶ ἡδίω. Χαλεπώτατον ϰαὶ δορϰάδας ϰαὶ τοὺς στρουϑοὺς ἀγρεύειν· *τάχιστα γὰρ τρέχουσιν, οἱ δὲ ἱππεῖς διώϰοντες αὐτοὺς *ταχὺ ἀπαγορεύουσιν.

* см. §73.

1. Μηδὲν τοῖς πολίταις ἐλευϑερίας τιμιώτερόν ἐστιν. 2. Παλαιὸς αἶνος· ἔργα μὲν νεωτέρων, βουλαὶ δ' ἔχουσι τῶν γεραιτέρων ϰράτος. 3. Ἀπόλλωνος χρησμὸς ἦν· σοϕὸς Σοϕοϰλῆς, σοϕώτερος δ' Εὐριπίδης, ἀνδρῶν δὲ πάντων σοϕώτατος Σωϰράτης. 4. Παρὰ τὸν Εὐϕράτην ποταμὸν ἦν πόλις μεγάλη ϰαὶ εὐδαιμονεστάτη Θάψαϰος ὄνομα. 5. Αἱ νῆες πληρέσταταί εἰσιν ἱππέων ϰαὶ ὁπλιτῶν διὰ τὴν τοῦ πολέμου ἀγγελίαν. 6. Παλαίτατον ἔϑος ἦν τοῖς Ἀϑηναίοις ἐν τῇ τῶν Διονυσίων ἑορτῇ τράγους τῷ ϑεῷ ϑύειν. 7. Φίλος μὲν Σωϰράτης, ϕιλτέρα δ' ἀλήϑεια. 8. Τί γὰρ πατρῴας ἀνδρὶ ϕίλτερον χϑονός; 9. Οἱ ἵπποι Λαομέδοντος, τοῦ τῶν Τρώων βασιλέως, ϑάττους ἦσαν πάντων τῶν λοιπῶν ἵππων. 10. Δημοσϑένης συνεβούλευε τοῖς Ἀϑηναίοις οὐ τὰ ἥδιστα, ἀλλὰ τὰ ὠϕελιμώτατα. 11. Πάρις Ἀϕροδίτην ϰαλλίω ἐνόμιζε Παρϑένου τε ϰαὶ Ἥρας. 12. Οὐϰ ἔστι μητρὸς οὐδὲν ἥδιον τέϰνοις. 13. ῞Ομηρος Ἀχιλλέα ϑάττω τῶν ἡρώων ἁπάντων εἶναι λέγει. 14. Πολλάϰις ῥᾷόν ἐστι πυνϑάνεσϑαι ἢ ἀποϰρίνεσϑαι. 15. Μείζους ἡδονὰς οὐϰ ἔχουσιν οἱ γονεῖς ἢ ἀγαϑοὺς ἔχειν παῖδας. 16. Πάντων αἴσχιστός ἐστιν ὁ τῆς πατρίδος προδότης. 17. Συνάγει ϰαὶ ἐχϑίστους ὁ ϰοινὸς ϕόβος. 18. Λευϰότερον χιόνος — μελάντερον πίττης — γλυϰύτερον μέλιτος. 19. Ἰσχυρότερον δὲ γ' οὐδέν ἐστι τοῦ λόγου.

Упражнения. Образовать степени сравнения прилагательных: νεός, παλαιός, σώϕρων, ἀσϑενής, βραχύς, εὔπλους. Просклонять: ὁ ϑάττων ἵππος. 

Cанкт-Петербургский институт богословия и филосовии www.ibifproject.ru

Соседние файлы в предмете [НЕСОРТИРОВАННОЕ]